Τοῦ ἐν ἁγίοις πάτρος ἡμῶν Ἀστερίου ἐπισκόπου Ἀμασείας ὁμιλία ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου εἰς τὸν πλούσιον καὶ εἰς τὸν Λάζαρον
Ἄλλοι πάλιν κατὰ τὴν γνώμην τῆς ὁμοίας ματαιότητος ἐρασταί· μᾶλλον δὲ πρὸς τὸ πλέον τὴν κακίαν ἀσκήσαντες οὐδὲ μέχρι τῶν εἰρημένων ἔστησαν τῆς μωρᾶς ἐπινοίας τοὺς ὅρους, ἀλλά τινα κενὴν ὑφαντικὴν ἐξευρόντες <καὶ> περίεργον, ἥτις τῇ πλοκῇ τοῦ στήμονος πρὸς τὴν κρόκην τῆς γραφικῆς μιμεῖται τὴν δύναμιν καὶ πάντων ζῴων τοῖς πέπλοις τὰς μορφὰς ἐνσημαίνεται, τὴν ἀνθίνην καὶ μυρίοις εἰδώλοις πεποικιλμένην φιλοτεχνοῦσιν ἐσθῆτα ἑαυτοῖς τε καὶ γυναιξὶ καὶ παισίν· παίζοντες λοιπόν, οὐ σπουδάζοντες· κατὰ τῆς ἀμετρίας τοῦ πλούτου παραχρώμενοι τῷ βίῳ, οὐ χρώμενοι, ἀντινομοθετοῦντες τῷ Παύλῳ καὶ μαχόμενοι ταῖς θεοπνεύστοις φωναῖς, οὐ γράμμασιν ἀλλὰ πράγμασιν.
Ἃ γὰρ ἐκεῖνος ἀπεκήρυξε λόγῳ, ταῦθ’ οὗτοι κρατοῦσι καὶ κυροῦσι τοῖς ἔργοις. Ὅταν οὖν ἐνδυσάμενοι φανῶσιν, ὡς τοῖχοι γεγραμμένοι παρὰ τῶν συντυγχανόντων ὁρῶνται. Καί που καὶ τὰ παιδία αὐτοὺς περιίστανται μειδιῶντα πρὸς ἄλληλα καὶ δακτυλοδεικτοῦντα τὴν ἐν τοῖς ἱματίοις γραφήν· βαδίζουσι δὲ παρεπόμενα, οὐκ ἀναχωροῦντα μέχρι πολλοῦ.
Ἐκεῖ λέοντες καὶ παρδάλεις, ἄρκτοι καὶ ταῦροι καὶ κύνες· ὕλαι καὶ πέτραι, καὶ ἄνδρες θηροκτόνοι καὶ πᾶσα ἡ τῆς γραφικῆς ἐπιτήδευσις μιμουμένη τὴν φύσιν. Ἔδει γὰρ μὴ τοὺς τοίχους αὐτῶν μόνον, ὡς ἔοικεν, καὶ τὰς οἰκίας κοσμεῖσθαι, ἀλλ’ ἤδη καὶ τοὺς χιτῶνας καὶ τὰ ἐπ’ ἐκείνοις ἱμάτια. Ὅσοι δὲ καὶ ὅσαι τῶν πλουτούντων εὐλαβέστεροι, ἀναλεξάμενοι τὴν εὐαγγελικὴν ἱστορίαν τοῖς ὑφανταῖς παρέδωκαν· αὐτὸν λέγω τὸν Χριστὸν ἡμῶν μετὰ τῶν μαθητῶν ἁπάντων, καὶ τῶν θαυμασίων ἕκαστον ὡς ἡ διήγησις ἔχει. Ὄψει τὸν γάμον τῆς Γαλιλαίας καὶ τὰς ὑδρίας· τὸν παραλυτικὸν τὴν κλίνην ἐπὶ τῶν ὤμων φέροντα· τὸν τυφλὸν τῷ πηλῷ θεραπευόμενον· τὴν αἱμορροοῦσαν τοῦ κρασπέδου λαμβανομένην· τὴν ἁμαρτωλὸν τοῖς ποσὶν τοῦ Ἰησοῦ προσπίπτουσαν· τὸν Λάζαρον ἐκ τοῦ τάφου πρὸς τὴν ζωὴν ὑποστρέφοντα. Καὶ ταῦτα ποιοῦντες εὐσεβεῖν νομίζουσι καὶ ἱμάτια κεχαρισμένα τῷ Θεῷ ἀμφιέννυσθαι. Ἐμὴν δὲ εἰ δέχονται συμβουλήν, ἐκεῖνα πωλήσαντες τὰς ζώσας εἰκόνας τοῦ Θεοῦ τιμησάτωσαν. Μὴ γράφε τὸν Χριστόν – ἀρκεῖ γὰρ αὐτῷ ἡ μία τῆς ἐνσωματώσεως ταπεινοφροσύνη, ἣν αὐθαιρέτως δι’ ἡμᾶς κατεδέξατο – , ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον Λόγον περίφερε. Μὴ τοῖς ἱματίοις ἔχε τὸν παραλυτικόν, ἀλλὰ τὸν κείμενον ἄρρωστον ἐπιζήτησον. Μὴ ἱστόρει συνεχῶς τὴν αἱμορροοῦσαν, ἀλλὰ χήραν θλιβομένην ἐλέησον.
Μὴ τὴν ἁμαρτωλὸν γυναῖκα ἐπιμελῶς ὅρα γονυπετοῦσαν τὸν Κύριον, ἀλλ’ ἐπὶ τοῖς αὑτοῦ πλημμελήμασι συντριβόμενος πυκνὸν ἔκχει τὸ δάκρυον. Μὴ τὸν Λάζαρον ἐγειρόμενον ἐκ νεκρῶν σκιαγράφει, ἀλλὰ τῆς σῆς ἀναστάσεως ἀγαθὴν τὴν ἀπολογίαν εὐτρέπιζε. Μὴ τὸν τυφλὸν ἐπὶ τῆς ἐσθῆτος περίφερε, ἀλλὰ τὸν ζῶντα καὶ τῶν ὄψεων ἀφῃρημένον ταῖς εὐποιΐαις παραμυθοῦ. Μὴ τοὺς κοφίνους ζωγράφει τῶν λειψάνων, ἀλλὰ τρέφε τοὺς πεινῶντας. Μὴ τὰς ὑδρίας ἐπὶ τῶν ἱματίων βάσταζε, ἃς ἐν Κανᾷ τῆς Γαλιλαίας ἐπλήρωσεν, ἀλλὰ πότιζε τὸν διψῶντα.
SPOREAS.GR