Λόγος τοῦ ἁγίου Ἐπιφανίου κατὰ τῶν ἐπιτηδευόντων ποιεῖν εἰδωλικῷ θεσμῷ εἰκόνας εἰς ἀφομοίωσιν τοῦ Χριστοῦ καὶ τῆς Θεοτόκου καὶ τῶν μαρτύρων, ἔτι δὲ καὶ ἀγγέλων καὶ προφητῶν.
τὸν τοῖχον κονιάσαντες χρώμασι διηλλαγμένοις τὰς εἰκόνας ἀνετύπωσαν.
ὅτι δή, φασί, τὰς εἰκόνας τῶν ἁγίων ποιοῦμεν εἰς μνημόσυνον καὶ τιμὴν αὐτῶν.
ψευδωνύμους πόθεν δὲ αὐτῷ ἐπὶ τῆς τοῦ ἀρχαγγέλλου γραφῆς ὄστεα καὶ νεῦρα ἐνηρμοσμένα κατάδηλα ἐγένετο, τῆς ἐκείνου ἦν λέγειν συνέσεως.
οἱ νομίζοντες ἐν τούτῳ τιμᾶν τοὺς ἀποστόλους, μαθέτωσαν ὅτι ἀντὶ τοῦ τιμᾶν, πλέον αὐτοὺς ἀτιμάζουσιν. Παῦλος γὰρ τὸν ψευδώνυμον ἱερέα ἐνυβρίσας τοῖχον κεκονιαμένον ἀπεφήνατο.
“οἴδαμεν γάρ”, φησὶν Ἰωάννης, “ὅτι ὅταν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα”, καὶ Παῦλος τοὺς ἁγίους “συμμόρφους τοῦ υἱοῦ τοῦ θεοῦ” ἐκήρυξεν· πῶς οὖν τοὺς ἐν δόξῃ μέλλοντας φαιδρύνεσθαι ἁγίους ἐν ἀδόξῳ καὶ νεκρῷ καὶ ἀλάλῳ θέλεις ὁρᾶν, τοῦ κυρίου λέγοντος περὶ αὐτῶν· “ἔσονται γάρ, φησίν, ὡς ἄγγελοι θεοῦ”.
πῶς δὲ καὶ ἀγγέλους πνεύματα ὑπάρχοντας καὶ ἀεὶ ζῶντας ἐν νεκροῖς γράφων προσκυνεῖς, τοῦ προφήτου λέγοντος “ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοῦς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον”;
λέγω δὲ ὅτι οὐδὲ αὐτοὶ θέλουσι προσκυνεῖσθαι.
“Ὅρα μή· σύνδουλος γάρ σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ. τῷ θεῷ, φησίν, προσκύνησον”.
ἀλλ’ οὐδὲ οἱ ἀπόστολοι ἠθέλησαν προσκυνεῖσθαι. καὶ γὰρ ὅτε εὐαγγελίζεσθαι ἀπεστάλησαν, ἑαυτοὺς προσκυνεῖσθαι οὐκ ἤθελον, ἀλλὰ τὸν αὐτοὺς ἀποστείλαντα Χριστόν. ὁ γὰρ ἐξουσίαν παρ’ αὐτοῦ λαβὼν δεσμεύειν καὶ λύειν ἐπὶ γῆς καὶ οὐρανοῦ, ἔλεγε Κορνηλίῳ ὅτι “ὁμοιοπαθής εἰμι κατὰ σὲ ἄνθρωπος”, καὶ ἐδίδασκε μὴ ἑαυτὸν προσκυνεῖσθαι ἀλλὰ τὸν σωτῆρα Χριστόν.
περὶ δὲ τῶν ἀγγέλων οἱ πατέρες οἱ ἐν Λαοδικείᾳ συνελθόντες πάντως γὰρ ὅτι διὰ τοιαύτην ὑπόθεσιν συνήχθησαν – λέγουσιν· “εἴτις ἐγκαταλείπει τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἀγγέλους ὀνομάζει, ἀνάθεμα ἔστω· ὅτι ἐγκατέλιπε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ εἰδωλολατρείᾳ προσελήλυθε”.
πῶς τὸν ἀκατάληπτον καὶ ἀνεκδιήγητον καὶ ἀπερινόητον ἀπερίγραφόν τε γράφειν λέγει τις, ὃν οὐκ ἴσχυσε Μω<υ>σῆς ἀτενίσαι;
φασίν τινες ὅτι ἐπειδὴ τέλειος ἄνθρωπος ἐγένετο ἐκ Μαρίας τῆς ἀειπαρθένου, διὰ τοῦτο ἄνθρωπον αὐτὸν ποιοῦμεν.
καὶ διὰ τοῦτο ἐνηνθρώπησεν, ἵνα τὸν ἀκατάληπτον δι’ οὗ τὰ πάντα ἐγένετο, διὰ χειρῶν σου γράψαι δυνηθῇς;
οὐκοῦν οὐκ ἔστιν ὅμοιος τοῦ πατρὸς οὐδὲ ζωοποιεῖ τοὺς νεκρούς;
ποῦ σοι διέταξε ταῦτα ἐλθὼν ἐπὶ γῆς, ποιῆσαι ὅμοιον αὐτῷ καὶ προςκυνεῖν καὶ ὁρᾶν;
αὕτη ἡ διάταξις τοῦ πονηροῦ ἐστιν, ἵνα καταφρονήσῃς θεοῦ.
ὁ θεὸς γὰρ ἐν πάσῃ τῇ παλαιᾷ καὶ καινῇ ταῦτα ἀναιρεῖ, ἀκριβῶς λέγων· “κύριον τὸν θεὸν προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις”. Epistula ad Theodosium imperatorem (fragmenta) t.1
Ἐπιφανίου ἐπισκόπου Κύπρων,
Ἐπιστολὴ πρὸς Θεοδόσιον τὸν βασιλέα.
19.1
τὴν εἰδωλολατρείαν ἐν τῷ κόσμῳ τῇ ἑαυτοῦ κακοτεχνίᾳ ὁ διάβολος ἐμηχανήσατο καὶ ἐν τῷ κόσμῳ ἔσπειρε τοῦτο καὶ ἐθεμελίωσε καὶ τοὺς ἀνθρώπους ἀπὸ τοῦ θεοῦ ἀπέστρεψε· νῦν δὲ πάλιν μετὰ τὰς αἱρέσεις καὶ τὰ εἴδωλα εἰς ἀρχαίαν εἰδωλολατρείαν τοὺς πιστοὺς καθείλκυσε καὶ ἠπάτησε.
εἰσφέρει ἑαυτὸν ἐν τῇ ἐπιστολῇ τῇ πίστει τῶν ἐν Νικαίᾳ πατέρων ἐκ νέας ἡλικίας ἠκολουθηκέναι καὶ ὡς οἱ γονεῖς αὐτοῦ ἐν ταύτῃ γεγέννηνται καὶ τὴν αὐτὴν εἶχον ὁμολογίαν.
νοήσει γὰρ ἡ σὴ εὐσέβεια εἰ πρέπον ἐστὶν ἔχειν ἡμᾶς θεὸν ζωγραφητὸν διὰ χρωμάτων.
ἤκουσα ὡς καὶ τὸν ἀκατάληπτον υἱὸν τοῦ θεοῦ τινὲς γράφειν ἐπαγγέλλονται οὐ μέμνημαί τι τοιοῦτον ἰδών.
τίς τῶν παλαιῶν πατέρων Χριστοῦ εἰκόνα ζωγραφήσας ἐν ἐκκλησίᾳ ἢ ἐν οἴκῳ ἰδίῳ κατέθετο ἢ ἐν βήλοις θυρῶν; <τίς> τῶν ἀρχαίων ἐπισκόπων Χριστὸν ἀτιμάσας ἐζωγράφησεν; τίς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Μω<υ>σέα τε καὶ τοὺς προφήτας ἢ Πέτρον ἢ Ἀνδρέαν ἢ Ἰάκωβον ἢ Ἰωάννην ἢ τοὺς λοιποὺς ἀποστόλους οὕτως παρεδειγμάτισεν καὶ ἐθριάμβευσεν;
ἅμα δὲ καὶ ψεύδονται, ἐξ ἰδίας αὐτῶν ἐννοίας μορφὰς τῶν ἁγίων ἄλλως καὶ ἄλλως ἀνατυποῦντες, ποτὲ μὲν γέροντας ποτὲ δὲ νεωτέρους τοὺς αὐτοὺς*, ἃ μὴ ἑωράκασιν ἐμβατεύοντες. κόμην γὰρ ἔχοντα τὸν σωτῆρα γράφουσιν ἐξ ὑπονοίας διὰ τὸ Ναζωραῖον αὐτὸν καλεῖσθαι, ἐπείπερ οἱ Ναζιραῖοι κόμας ἔχουσιν. σφάλλονται δὲ οἱ τοὺς τύπους αὐτῷ συνάπτειν πειρώμενοι· οἶνον γὰρ ἔπινεν ὁ σωτήρ, ὃν οἱ Ναζιραῖοι οὐκ ἔπινον.
Fragment 25, line 1
Epistula ad Theodosium imperatorem (fragmenta) 25.1
οὐ πρέπον … ἐστὶ θεὸν ἔχειν ἡμᾶς ἐν χρώμασι καὶ μέλεσι ζωγραφούμενον.
καὶ αὐτὸ γὰρ ὅπερ πλάσσουσιν ἀπὸ ἰδίας ἐννοίας διανοούμενοι, ψεύδονται. γράφουσι γὰρ Πέτρον τὸν ἅγιον ἀπόστολον οἱ πλάνοι γέροντα ἄνδρα, τὴν κεφαλὴν καὶ τὸ γένειον κεκαρμένον· γράφουσι δὲ καὶ τὸν ἅγιον Παῦλον ἄλλοι μὲν ἀναφαλαντέα, ἄλλοι δὲ φαλακρὸν γενειή- την καὶ τοὺς ἄλλους μαθητὰς ψιλῶς κεκαρμένους.
εἰ τοίνυν κόμην εἶχεν ὁ σωτήρ, οἱ δὲ ἄλλοι μαθηταὶ ἦσαν κεκαρμένοι καὶ μὴ ἦν αὐτὸς κεκαρμένος καὶ ἴσος αὐτοῖς φαινόμενος, τίνι <τῷ> λόγῳ <οἱ> Φαρισαῖοι καὶ οἱ γραμματεῖς τριάκοντα ἀργύρια ἐδίδουν τῷ Ἰούδᾳ μισθοῦ χάριν, ὅπως φιλήσας αὐτὸν ὑποδείξῃ αὐτοῖς ὅτι “οὗτός ἐστιν ὃν ζητεῖτε”, δυνάμενοι καὶ δι’ ἑαυτῶν καὶ ὑπ’ ἄλλων γνῶναι διὰ τοῦ σημείου τῆς κόμης ὃν ἐζήτουν εὑρεῖν καὶ μὴ μισθὸνδοῦναι;
ὁμολογεῖ, πρῶτα μὲν ὡς χλεύη τοῖς πολλοῖς ἐπὶ τοῖς ληρῳδουμένοις αὐτῷ προὔκειτο, ἔπειτα δὲ ὅτι καὶ τοῖς συνεπισκόποις καὶ συλλειτουργοῖς συμβουλεύσας ταῦτα περιαιρεθῆναι οὐκ ἠκούσθη).
εὕρομεν ἐν τῷ τέλει τῆς ἐπιστολῆς ἔμφασιν τοιάδε περιέχουσαν· ὅτι πολλάκις λαλήσας τοῖς συλλειτουργοῖς μου περιαιρεθῆναι τὰς εἰκόνας οὐκ ἐδέχθην παρ’ αὐτῶν οὐδὲ πρὸς βραχὺ ἀκοῦσαι τῆς ἐμῆς φωνῆς ἠνέσχοντο.
ὅπως τὰ βῆλα τὰ ἔχοντα τοιαύτην γραφὴν συλλεγέντα εἰς ταφὴν τῶν πτωχῶν προχωρήσειεν, τὰ δὲ ἐν τοίχοις διὰ χρωμάτων λευκανθῆναι.
τὰ δὲ ἐν μουσαρίῳ προληφθέντα γραφῆναι, ἐπειδὴ δυσχερές ἐστι τὸ τοιοῦτον ἀνασκεύασμα, εἰ μὲν δυνατὸν ἀνασκευασθῆναι, καλόν· εἰδὲ ἀδύνατον, ἀρκεσθῆναι τοῖς προγεγονόσι καὶ μηκέτι τινὰ ζωγραφεῖν οὕτως.
Testamentum ad cives (fragmenta) t.1