Μ. Βασίλειος

Ολόκληρο το ΙΗ’ κεφάλαιο από τον Μ. Βασίλειο ο οποίος αναφέρεται στην Τριαδικότητα του Θεού εστιάζοντας στο Άγιο Πνεύμα, όπου και στο εν λόγω κεφάλαιο περιέχεται η περίφημη φράση “διότι η της εικόνος τιμή επί το πρωτότυπον διαβαίνει”, την οποίαν απομόνωσαν από τα συμφραζόμενα οι ορθόδοξοι ειδωλο-εικονολάτρες για να υποστηρίξουν την -δήθεν- συγκατάθεση του Μ. Βασιλείου στην προσκύνηση των εικόνων. Διαβάστε το παρακάτω κεφάλαιο και δείτε εάν ο πατέρας αυτός της Εκκλησίας αναφέρεται στις εικόνες με την ορθόδοξη έννοια.

************

ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ

Chapter 18, section n, line 1

Πς ν τ μολογί τν τριν ποστάσεων τ εσεβς

τς μοναρχίας δόγμα διατηρομεν, ν κα κατ

τν τ Πνεμα παριθμεσθαι φασκόντων λεγχος.

18.44.1

Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα παραδιδοὺς ὁ

Κύριος, οὐ μετὰ τοῦ ἀριθμοῦ συνεξέδωκεν. Οὐ γὰρ εἶπεν

ὅτι εἰς πρῶτον καὶ δεύτερον καὶ τρίτον· οὐδὲ εἰς ἓν καὶ δύο

καὶ τρία· ἀλλὰ δι’ ὀνομάτων ἁγίων τὴν γνῶσιν τῆς πρὸς

18.44.5

σωτηρίαν ἀγούσης πίστεως ἐχαρίσατο. Ὥστε τὸ μὲν σῷζον

ἡμᾶς ἡ πίστις ἐστίν. Ὁ δὲ ἀριθμὸς σημεῖον γνωριστικὸν τοῦ

ποσοῦ τῶν ὑποκειμένων ἐπινενόηται. Ἀλλ’ οἱ πανταχόθεν

ἑαυτοῖς τὰς βλάβας ἐπισυνάγοντες, καὶ τῇ τοῦ ἀριθμεῖν

δυνάμει κατὰ τῆς πίστεως κέχρηνται· οἵγε οὐδενὸς τῶν

18.44.10

ἄλλων ἐκ τῆς τοῦ ἀριθμοῦ προσθήκης ἀλλοιουμένου, οὗτοι

ἐπὶ τῆς θείας φύσεως εὐλαβοῦνται τὸν ἀριθμόν, μὴ δι’ αὐτοῦ

τῆς ὀφειλομένης τῷ Παρακλήτῳ τιμῆς ὑπερβῶσι τὸ μέτρον.

Ἀλλ’ ὦ σοφώτατοι, μάλιστα μὲν ὑπὲρ ἀριθμὸν ἔστω τὰ

ἀνέφικτα· ὡς ἡ παλαιὰ τῶν Ἑβραίων εὐλάβεια ἰδίοις

18.44.15

σημείοις τὸ ἀνεκφώνητον ὄνομα τοῦ Θεοῦ διεχάρασσε, καὶ

ἐκ τούτου τὴν κατὰ πάντων ὑπεροχὴν παριστῶσα. Εἰ δὲ

ἄρα δεῖ καὶ ἀριθμεῖν, μήτοιγε καὶ ἐν τούτῳ κακουργεῖν τὴν

ἀλήθειαν. Ἢ γὰρ σιωπῇ τιμάσθω τὰ ἄρρητα, ἢ εὐσεβῶς

ἀριθμείσθω τὰ ἅγια.

18.44.20

Εἷς Θεὸς καὶ Πατὴρ καὶ εἷς μονογενὴς Υἱὸς καὶ ἓν

Πνεῦμα ἅγιον. Ἑκάστην τῶν ὑποστάσεων μοναχῶς ἐξαγγέλ-

λομεν· ἐπειδὰν δὲ συναριθμῆσαι δέῃ, οὐχὶ ἀπαιδεύτῳ

ἀριθμήσει πρὸς πολυθεΐας ἔννοιαν ἐκφερόμεθα.

18.45.1

Οὐ γὰρ κατὰ σύνθεσιν ἀριθμοῦμεν, ἀφ’ ἑνὸς εἰς πλῆθος

ποιούμενοι τὴν παραύξησιν, ἓν καὶ δύο καὶ τρία λέγοντες,

οὐδὲ πρῶτον καὶ δεύτερον καὶ τρίτον. «Ἐγὼ γὰρ Θεὸς

πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα.» Δεύτερον δὲ Θεὸν οὐδέπω

Chapter 18, section 45, line 6

καὶ τὸ ἰδιάζον τῶν ὑποστάσεων ὁμολογοῦμεν, καὶ μένομεν

ἐπὶ τῆς μοναρχίας, εἰς πλῆθος ἀπεσχισμένον τὴν θεολογίαν

μὴ σκεδαννύντες· διὰ τὸ μίαν ἐν Θεῷ Πατρὶ καὶ Θεῷ

Μονογενεῖ τὴν οἱονεὶ μορφὴν θεωρεῖσθαι, τῷ ἀπαραλλάκτῳ

18.45.10

τῆς θεότητος ἐνεικονιζομένην. Υἱὸς γὰρ ἐν τῷ Πατρί, καὶ

Πατὴρ ἐν τῷ Υἱῷ· ἐπειδὴ καὶ οὗτος τοιοῦτος, οἷος ἐκεῖνος,

κἀκεῖνος οἱόσπερ οὗτος· καὶ ἐν τούτῳ τὸ ἕν. Ὥστε κατὰ

μὲν τὴν ἰδιότητα τῶν προσώπων, εἷς καὶ εἷς· κατὰ δὲ τὸ

κοινὸν τῆς φύσεως, ἓν οἱ ἀμφότεροι. Πῶς οὖν, εἴπερ εἷς καὶ

18.45.15

εἷς, οὐχὶ δύο θεοί; Ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως

εἰκών, καὶ οὐ δύο βασιλεῖς. Οὔτε γὰρ τὸ κράτος σχίζεται,

οὔτε ἡ δόξα διαμερίζεται. Ὡς γὰρ ἡ κρατοῦσα ἡμῶν ἀρχὴ

καὶ ἡ ἐξουσία μία, οὕτω καὶ ἡ παρ’ ἡμῶν δοξολογία μία,

καὶ οὐ πολλαί· διότι τς εκόνος τιμ π τ πρωτότυπον

18.45.20

διαβαίνει. Ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, τοῦτο

ἐκεῖ φυσικῶς ὁ Υἱός. Καὶ ὥσπερ ἐπὶ τῶν τεχνικῶν κατὰ

τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτως ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου

φύσεως, ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις.

Ἓν δὲ καὶ τὸ ἅγιον Πνεῦμα, καὶ αὐτὸ μοναδικῶς ἐξαγγελ-

18.45.25

λόμενον, δι’ ἑνὸς Υἱοῦ τῷ ἑνὶ Πατρὶ συναπτόμενον, καὶ

δι’ ἑαυτοῦ συμπληροῦν τὴν πολυύμνητον καὶ μακαρίαν

Τριάδα· οὗ τὴν πρὸς Πατέρα καὶ Υἱὸν οἰκείωσιν ἱκανῶς

ἐμφαίνει τὸ μὴ ἐν τῷ πλήθει τῆς κτίσεως τετάχθαι, ἀλλὰ

μοναχῶς ἐκφωνεῖσθαι. Οὐ γὰρ ἓν τῶν πολλῶν ἐστιν·

18.45.30

ἀλλ’ ἕν ἐστιν. Ὡς γὰρ εἷς Πατὴρ καὶ εἷς Υἱός, οὕτω καὶ

ἓν Πνεῦμα ἅγιον. Τῆς μὲν οὖν κτιστῆς φύσεως τοσοῦτον

ἀποκεχώρηκεν, ὅσον εἰκὸς τὸ μοναδικὸν τῶν συστηματικῶν

καὶ πληθυσμὸν ἐχόντων. Πατρὶ δὲ καὶ Υἱῷ κατὰ τοσοῦτον

ἥνωται, καθόσον ἔχει μονὰς πρὸς μονάδα τὴν οἰκειότητα.

18.46.1

Καὶ οὐκ ἐντεῦθεν μόνον τῆς κατὰ τὴν φύσιν κοινωνίας

Chapter 18, section 45, line 5

18.45.5

καὶ τήμερον ἀκηκόαμεν· Θεὸν γὰρ ἐκ Θεοῦ προσκυνοῦντες,

καὶ τὸ ἰδιάζον τῶν ὑποστάσεων ὁμολογοῦμεν, καὶ μένομεν

ἐπὶ τῆς μοναρχίας, εἰς πλῆθος ἀπεσχισμένον τὴν θεολογίαν

μὴ σκεδαννύντες· διὰ τὸ μίαν ἐν Θεῷ Πατρὶ καὶ Θεῷ

Μονογενεῖ τὴν οἱονεὶ μορφὴν θεωρεῖσθαι, τῷ ἀπαραλλάκτῳ

18.45.10

τῆς θεότητος ἐνεικονιζομένην. Υἱὸς γὰρ ἐν τῷ Πατρί, καὶ

Πατὴρ ἐν τῷ Υἱῷ· ἐπειδὴ καὶ οὗτος τοιοῦτος, οἷος ἐκεῖνος,

κἀκεῖνος οἱόσπερ οὗτος· καὶ ἐν τούτῳ τὸ ἕν. Ὥστε κατὰ

μὲν τὴν ἰδιότητα τῶν προσώπων, εἷς καὶ εἷς· κατὰ δὲ τὸ

κοινὸν τῆς φύσεως, ἓν οἱ ἀμφότεροι. Πῶς οὖν, εἴπερ εἷς καὶ

18.45.15

εἷς, οὐχὶ δύο θεοί; Ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως

εἰκών, καὶ οὐ δύο βασιλεῖς. Οὔτε γὰρ τὸ κράτος σχίζεται,

οὔτε ἡ δόξα διαμερίζεται. Ὡς γὰρ ἡ κρατοῦσα ἡμῶν ἀρχὴ

καὶ ἡ ἐξουσία μία, οὕτω καὶ ἡ παρ’ ἡμῶν δοξολογία μία,

καὶ οὐ πολλαί· διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον

18.45.20

διαβαίνει. Ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, τοῦτο

ἐκεῖ φυσικῶς ὁ Υἱός. Καὶ ὥσπερ ἐπὶ τῶν τεχνικῶν κατὰ

τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτως ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου

φύσεως, ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις.

Ἓν δὲ καὶ τὸ ἅγιον Πνεῦμα, καὶ αὐτὸ μοναδικῶς ἐξαγγελ-

18.45.25

λόμενον, δι’ ἑνὸς Υἱοῦ τῷ ἑνὶ Πατρὶ συναπτόμενον, καὶ

δι’ ἑαυτοῦ συμπληροῦν τὴν πολυύμνητον καὶ μακαρίαν

Τριάδα· οὗ τὴν πρὸς Πατέρα καὶ Υἱὸν οἰκείωσιν ἱκανῶς

ἐμφαίνει τὸ μὴ ἐν τῷ πλήθει τῆς κτίσεως τετάχθαι, ἀλλὰ

μοναχῶς ἐκφωνεῖσθαι. Οὐ γὰρ ἓν τῶν πολλῶν ἐστιν·

18.45.30

ἀλλ’ ἕν ἐστιν. Ὡς γὰρ εἷς Πατὴρ καὶ εἷς Υἱός, οὕτω καὶ

ἓν Πνεῦμα ἅγιον. Τῆς μὲν οὖν κτιστῆς φύσεως τοσοῦτον

ἀποκεχώρηκεν, ὅσον εἰκὸς τὸ μοναδικὸν τῶν συστηματικῶν

καὶ πληθυσμὸν ἐχόντων. Πατρὶ δὲ καὶ Υἱῷ κατὰ τοσοῦτον

ἥνωται, καθόσον ἔχει μονὰς πρὸς μονάδα τὴν οἰκειότητα.

Chapter 18, section 46, line 1

Καὶ οὐκ ἐντεῦθεν μόνον τῆς κατὰ τὴν φύσιν κοινωνίας

αἱ ἀποδείξεις, ἀλλ’ ὅτι καὶ ἐκ τοῦ Θεοῦ εἶναι λέγεται· οὐχ

ὡς τὰ πάντα ἐκ τοῦ Θεοῦ, ἀλλ’ ὡς ἐκ τοῦ Θεοῦ προελθόν·

οὐ γεννητῶς ὡς ὁ Υἱός, ἀλλ’ ὡς Πνεῦμα στόματος αὐτοῦ.

18.46.5

Πάντως δὲ οὔτε τὸ στόμα μέλος, οὔτε πνοὴ λυομένη τὸ

Πνεῦμα· ἀλλὰ καὶ τὸ στόμα θεοπρεπῶς, καὶ τὸ Πνεῦμα

οὐσία ζῶσα, ἁγιασμοῦ κυρία· τῆς μὲν οἰκειότητος δηλου-

μένης ἐντεῦθεν, τοῦ δὲ τρόπου τῆς ὑπάρξεως ἀρρήτου

φυλασσομένου.

18.46.10

Ἀλλὰ καὶ Πνεῦμα Χριστοῦ λέγεται, ὡς ᾠκειωμένον κατὰ

τὴν φύσιν αὐτῷ. Διὰ τοῦτο «Εἴ τις Πνεῦμα Χριστοῦ οὐκ

ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ». Ὅθεν μόνον ἀξίως δοξάζει

τὸν Κύριον. «Ἐκεῖνος γὰρ ἐμὲ δοξάσει», φησίν, οὐχ ὡς ἡ

κτίσις, ἀλλ’ ὡς Πνεῦμα τῆς ἀληθείας, τρανῶς ἐκφαῖνον ἐν

18.46.15

ἑαυτῷ τὴν ἀλήθειαν· καὶ ὡς Πνεῦμα σοφίας, τὸν Χριστόν,

τὴν τοῦ Θεοῦ δύναμιν, καὶ τὴν τοῦ Θεοῦ σοφίαν ἐν τῷ

ἑαυτοῦ μεγέθει ἀποκάλυπτον. Καὶ ὡς Παράκλητος δὲ ἐν

ἑαυτῷ χαρακτηρίζει τοῦ ἀποστείλαντος αὐτὸν Παρακλήτου

τὴν ἀγαθότητα· καὶ ἐν τῷ ἑαυτοῦ ἀξιώματι τὴν μεγαλω-

18.46.20

σύνην ἐμφαίνει τὴν τοῦ ὅθεν προῆλθεν. Ἔστιν οὖν δόξα

ἡ μέν τις φυσική· ὡς δόξα ἡλίου τὸ φῶς· ἡ δέ τις

ἔξωθεν, ἡ ἐκ προαιρέσεως, κεκριμένως τοῖς ἀξίοις προ-

σαγομένη. Διπλῆ δὲ καὶ αὕτη. «Υἱὸς γάρ, φησί, δοξάζει

Πατέρα, καὶ δοῦλος τὸν Κύριον αὐτοῦ.» Τούτων τοίνυν ἡ

18.46.25

μὲν δουλικὴ παρὰ τῆς κτίσεως προσάγεται· ἡ δέ, ἵν’ οὕτως

εἴπω, οἰκειακὴ παρὰ τοῦ Πνεύματος ἐκπληροῦται. Ὡς γὰρ

περὶ ἑαυτοῦ ἔλεγεν· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ

ἔργον ἐτελείωσα ὃ ἔδωκάς μοι ἵνα ποιήσω»· οὕτω καὶ

περὶ τοῦ Παρακλήτου· «Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ

Chapter 18, section 46, line 30

18.46.30

ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Καὶ ὡς δοξάζεται Υἱὸς

παρὰ τοῦ Πατρός, λέγοντος· «Καὶ ἐδόξασα, καὶ πάλιν

δοξάσω»· οὕτω δοξάζεται τὸ Πνεῦμα διὰ τῆς πρὸς Πα-

τέρα καὶ Υἱὸν κοινωνίας, καὶ διὰ τῆς τοῦ Μονογενοῦς μαρ-

τυρίας, λέγοντος· «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθή-

18.46.35

σεται ὑμῖν τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία

οὐκ ἀφεθήσεται.»

18.47.1

Ἐπειδὴ δὲ διὰ δυνάμεως φωτιστικῆς τῷ κάλλει τῆς

τοῦ Θεοῦ τοῦ ἀοράτου εἰκόνος ἐνατενίζομεν, καὶ δι’ αὐτῆς

ἀναγόμεθα ἐπὶ τὸ ὑπέρκαλον τοῦ ἀρχετύπου θέαμα, αὐτοῦ

που πάρεστιν ἀχωρίστως τὸ τῆς γνώσεως Πνεῦμα, τὴν

18.47.5

ἐποπτικὴν τῆς εἰκόνος δύναμιν ἐν ἑαυτῷ παρεχόμενον τοῖς

τῆς ἀληθείας φιλοθεάμοσιν, οὐκ ἔξωθεν τὴν δεῖξιν ποιούμενον,

ἀλλ’ ἐν ἑαυτῷ εἰσάγον πρὸς τὴν ἐπίγνωσιν. Ὡς γὰρ «οὐδεὶς

οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱός», οὕτως «οὐδεὶς δύναται

εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ». Οὐ γὰρ

18.47.10

διὰ Πνεύματος εἴρηται, ἀλλ’ ἐν Πνεύματι. Καὶ «Πνεῦμα

ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ

ἀληθείᾳ δεῖ προσκυνεῖν»· καθὼς γέγραπται· «Ἐν τῷ

φωτί σου ὀψόμεθα φῶς», τουτέστιν ἐν τῷ φωτισμῷ τοῦ

Πνεύματος, «φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον

18.47.15

ἐρχόμενον εἰς τὸν κόσμον». Ὥστε ἐν ἑαυτῷ δείκνυσι τὴν

δόξαν τοῦ Μονογενοῦς, καὶ τοῖς ἀληθινοῖς προσκυνηταῖς ἐν

ἑαυτῷ τὴν τοῦ Θεοῦ γνῶσιν παρέχεται. Ἡ τοίνυν ὁδὸς τῆς

θεογνωσίας ἐστὶν ἀπὸ ἑνὸς Πνεύματος, διὰ τοῦ ἑνὸς Υἱοῦ,

ἐπὶ τὸν ἕνα Πατέρα. Καὶ ἀνάπαλιν, ἡ φυσικὴ ἀγαθότης, καὶ

18.47.20

ὁ κατὰ φύσιν ἁγιασμός, καὶ τὸ βασιλικὸν ἀξίωμα, ἐκ Πατρός,

διὰ τοῦ Μονογενοῦς, ἐπὶ τὸ Πνεῦμα διήκει. Οὕτω καὶ αἱ

ὑποστάσεις ὁμολογοῦνται, καὶ τὸ εὐσεβὲς δόγμα τῆς μοναρ-

χίας οὐ διαπίπτει.

Chapter 18, section 47, line 24

Οἱ δὲ τὴν ὑπαρίθμησιν ἐν τῷ πρῶτον καὶ δεύτερον καὶ

18.47.25

τρίτον λέγειν τιθέμενοι γνωριζέσθωσαν τὸ πολύθεον τῆς

Ἑλληνικῆς πλάνης τῇ ἀχράντῳ θεολογίᾳ τῶν Χριστιανῶν

ἐπεισάγοντες. Εἰς οὐδὲν γὰρ ἕτερον φέρει τῆς ὑπαριθμήσεως

τὸ κακούργημα, ἢ ὥστε πρῶτον καὶ δεύτερον Θεὸν καὶ

τρίτον ὁμολογεῖν. Ἀλλ’ ἡμῖν ἀρκοῦσα ἡ παρὰ τοῦ Κυρίου

18.47.30

ἐπιτεθεῖσα ἀκολουθία, ἣν ὁ συγχέων οὐκ ἔλαττον τῆς

τούτων ἀσεβείας παρανομήσει. Ὅτι μὲν οὖν οὐδέν, ὡς

οὗτοι πεπλάνηνται, ἡ κατὰ τὴν φύσιν κοινωνία τῷ τρόπῳ

τῆς ὑπαριθμήσεως παραλύεται, ἱκανῶς εἴρηται. Ἀλλὰ

συνέλθωμεν τῷ φιλονείκῳ καὶ ματαιόφρονι, καὶ δῶμεν τὸ

18.47.35

δεύτερον τινὸς καθ’ ὑπαρίθμησιν ἐκείνου λέγεσθαι. Ἴδωμεν

τοίνυν τί τὸ ἐκβαῖνον ἀπὸ τοῦ λόγου. «Ὁ πρῶτος, φησίν,

ἄνθρωπος, ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος,

ἐξ οὐρανοῦ.» Καὶ ἐν ἄλλοις· «Οὐ πρῶτον, φησί, τὸ πνευ-

ματικόν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.» Εἰ τοίνυν

18.47.40

τῷ πρώτῳ ὑπαριθμεῖται τὸ δεύτερον, τὸ δὲ ὑπαριθμούμενον

ἀτιμότερόν ἐστι τοῦ πρὸς ὃ ἔχει τὴν ὑπαρίθμησιν· ἀτιμότερος

οὖν καθ’ ὑμᾶς τοῦ ψυχικοῦ ὁ πνευματικός, καὶ τοῦ χοϊκοῦ

ἀνθρώπου ὁ ἐπουράνιος.

19.t.1

ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ

19.n.1

Πρς τος λέγοντας μ εναι δοξαστν τ Πνεμα.

19.48.1

Ἔστω ταῦτα, φησίν, ἀλλ’ οὐχὶ καὶ δόξα πάντως

ὀφειλομένη ἐστὶ τῷ Πνεύματι, ὥστε δοξολογίαις ἀνυψοῦσθαι

παρ’ ἡμῶν. Πόθεν ἂν οὖν τῆς ὑπερεχούσης πάντα νοῦν

ἀξίας τοῦ Πνεύματος τὰς ἀποδείξεις λάβοιμεν, εἴπερ ἡ

19.48.5

Πατρὸς καὶ Υἱοῦ κοινωνία μὴ ἀξιόπιστος αὐτοῖς πρὸς

μαρτυρίαν ἀξιώματος ἐνομίσθη; Ἔξεστί γε μὴν πρός τε τὰ

ἐκ τῶν ὀνομάτων ἀποβλέψαντας σημαινόμενα, καὶ πρὸς τὰ

τῶν ἐνεργειῶν αὐτοῦ μεγέθη, καὶ πρὸς τὰς εἰς ἡμᾶς, μᾶλλον …

κλπ.

 

Μεταφορά
Γιώργος Οικονομίδης
sporeas.gr

 

ΔΙΑΔΩΣΤΕ ΤΟ ΑΡΘΡΟ ΣΕ ΦΙΛΟΥΣ ΣΑΣ

Από Γιώργος Οικονομίδης

Γεννημένος τό 1960, ο Γιώργος Οικονομίδης ασχολήθηκε με διάφορες εργασίες ώς πρός τό ζήν. Τό έτος 1988 ο Λόγος του Θεού, η Αγία Γραφή, μπήκε πλέον στην ζωή του και -συγκρίνοντας την Αγία Γραφή με την θρησκεία- του ετέθη στην ψυχή του τό μεγαλύτερο ερώτημα... "ΘΡΗΣΚΕΙΑ ή ΧΡΙΣΤΟΣ"; και έκτοτε, εφόσον επέλεξε τόν Χριστό, παρέδωσε την καρδιά του στόν Κύριο και Σωτήρα του Ιησού Χριστό, όπου και Τόν υπηρετεί από τότε με ποικίλους τρόπους, όπως: Αρθρογράφος σε εφημερίδες με δική του μόνιμη στήλη και, εκφωνητής επί τριετία σε Χριστιανικό Ραδιοφωνικό Πρόγραμμα του εξωτερικού (στην Ελληνική γλώσσα), όπου συνεχίζει επί σειρά ετών την διακονία του στό διαδίκτυο με την Χριστιανική Ιστοσελίδα του "sporeas.gr", καταναλώνοντας με αγάπη την ζωή και τόν χρόνο του στό έργο αυτό. Για 15 περίπου έτη εργαζόταν την επιχείρηση του στό εξωτερικό, όπου με την Χάρη και την βοήθεια του Θεού την ξεκίνησε από τό "μηδέν". Τό έργο του Θεού συνεχίζεται ανά τόν κόσμο και ο Γιώργος Οικονομίδης καταναλώνεται στό να συμβάλει στό οικοδόμημα αυτό ανάμεσα στους Έλληνες συμπατριώτες του και όχι μόνον, παρουσιάζοντας την αλήθεια του Ευαγγελίου ενάντια στό ιερατικό κατεστημένο που αρέσκεται στό καλλιεργημένο ψεύδος.